Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.278 Joseph. AJ 7.283 (English) >>Joseph. AJ 7.287

7.281ἐξελθόντος δὲ τοῦ Ἀμασᾶ καὶ περὶ τὴν ἄθροισιν τῆς στρατιᾶς βραδύνοντος, ὡς οὐκ ἐπανῄει τῇ τρίτῃ τῶν ἡμερῶν βασιλεὺς πρὸς τὸν Ἰώαβον ἔλεγεν οὐκ εἶναι σύμφορον ἀνοχὴν τῷ Σαβαίῳ διδόναι, μὴ γενόμενος ἐν πλείονι παρασκευῇ μειζόνων κακῶν καὶ πραγμάτων αἴτιος, Ἀψάλωμος αὐτοῖς κατέστη, γένηται. 7.282μὴ περίμενε τοίνυν μηδένα, ἀλλὰ τὴν οὖσαν παραλαβὼν δύναμιν καὶ τοὺς ἑξακοσίους μετὰ Ἀβεσσαίου τοῦ Ἀδελφοῦ σου δίωκε τὸν πολέμιον. καὶ ὅπου ποτʼ ἂν αὐτὸν καταλάβῃς ὄντα πειράθητι συμβαλεῖν· σπούδασον δʼ αὐτὸν φθάσαι, μὴ πόλεις ὀχυρὰς καταλαβόμενος ἀγῶνας ἡμῖν καὶ πολλοὺς ἱδρῶτας παρασκευάσῃ.” 7.283

Ἰώαβος δʼ οὐκέτι μέλλειν ἔκρινεν, ἀλλὰ τόν τε ἀδελφὸν καὶ τοὺς ἑξακοσίους παραλαβὼν καὶ ὅση λοιπὴ δύναμις ἦν ἐν τοῖς Ἱεροσολύμοις ἕπεσθαι κελεύσας ἐξώρμησεν ἐπὶ τὸν Σαβαῖον. ἤδη δʼ ἐν Γαβαών, κώμη δʼ ἐστὶν αὕτη σταδίους ἀπέχουσα τεσσαράκοντα τῶν Ἱεροσολύμων, γεγενημένος πολλὴν Ἀμασᾶ δύναμιν ἀγαγόντος ἀπήντησεν αὐτῷ διεζωσμένος μάχαιραν καὶ θώρακα ἐνδεδυμένος Ἰώαβος· 7.284προσιόντος δὲ ἀσπάσασθαι τοῦ Ἀμασᾶ φιλοτεχνεῖ τὴν μάχαιραν αὐτομάτως ἐκ τῆς θήκης ἐκπεσεῖν, βαστάσας δʼ αὐτὴν ἀπὸ τῆς γῆς καὶ τῇ ἑτέρᾳ τὸν Ἀμασᾶν ἐγγὺς γενόμενον ὡς καταφιλήσων τοῦ γενείου λαβόμενος οὐ προϊδόμενον εἰς τὴν γαστέρα πλήξας ἀπέκτεινεν, ἀσεβὲς ἔργον διαπραξάμενος καὶ παντελῶς ἀνόσιον, ἀγαθὸν νεανίαν καὶ συγγενῆ καὶ μηδὲν ἀδικήσαντα ζηλοτυπήσας τῆς στρατηγίας καὶ τῆς παρὰ τῷ βασιλεῖ πρὸς αὐτὸν ἰσοτιμίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.278 Joseph. AJ 7.283 (English) >>Joseph. AJ 7.287

Powered by PhiloLogic